Storie / Libro III, 49

1 Εἰ μέν νυν Περιάνδρου τελευτήσαντος τοῖσι Κορινθίοισι φίλα ἦν πρὸς τοὺς Κερκυραίους, οἳ δὲ οὐκ ἂν συνελάβοντο τοῦ στρατεύματος τοῦ ἐπὶ Σάμον ταύτης εἵνεκεν τῆς αἰτίης. νῦν δὲ αἰεὶ ἐπείτε ἔκτισαν τὴν νῆσον εἰσὶ ἀλλήλοισι διάφοροι, ἐόντες ἑωυτοῖσι... 2 τούτων ὦν εἵνεκεν ἀπεμνησικάκεον τοῖσι Σαμίοισι οἱ Κορίνθιοι. ἀπέπεμπε δὲ ἐς Σάρδις ἐπ᾽ ἐκτομῇ Περίανδρος τῶν πρώτων Κερκυραίων ἐπιλέξας τοὺς παῖδας τιμωρεύμενος· πρότεροι γὰρ οἱ Κερκυραῖοι ἦρξαν ἐς αὐτὸν πρῆγμα ἀτάσθαλον ποιήσαντες.

1 commento:

  1. Se dopo la morte di Periandro ci fosse stata amicizia fra i Corciresi e i Corinzi, i Corinzi non avrebbero preso parte alla spedizione contro Samo proprio per questa ragione; ma in realtà essi sono continuamente in disaccordo fra loro fin dai tempi della colonizzazione dell'isola e nonostante i legami di sangue. Per quelle antiche discordie i Corinzi serbavano rancore ai Sami.

    RispondiElimina