Storie / Libro III, 93

1 Ἀπὸ Βακτριανῶν δὲ μέχρι Αἰγλῶν ἑξήκοντα καὶ τριηκόσια τάλαντα φόρος ἦν· νομὸς δυωδέκατος οὗτος. ἀπὸ Πακτυϊκῆς δὲ καὶ Ἀρμενίων καὶ τῶν προσεχέων μέχρι τοῦ πόντου τοῦ Εὐξείνου τετρακόσια τάλαντα· νομὸς τρίτος καὶ δέκατος οὗτος. 2 ἀπὸ δὲ Σαγαρτίων καὶ Σαραγγέων καὶ Θαμαναίων καὶ Οὐτίων καὶ Μύκων καὶ τῶν ἐν τῇσι νήσοισι οἰκεόντων τῶν ἐν τῇ Ἐρυθρῇ θαλάσσῃ, ἐν τῇσι τοὺς ἀνασπάστους καλεομένους κατοικίζει βασιλεύς, ἀπὸ τούτων πάντων ἑξακόσια τάλαντα ἐγίνετο φόρος· νομὸς τέταρτος καὶ δέκατος οὗτος. 3Σάκαι δὲ καὶ Κάσπιοι πεντήκοντα καὶ διηκόσια ἀπαγίνεον τάλαντα· νομὸς πέμπτος καὶ δέκατος οὗτος. Πάρθοι δὲ καὶ Χοράσμιοι καὶ Σόγδοι τε καὶ Ἄρειοι τριηκόσια τάλαντα· νομὸς ἕκτος καὶ δέκατος οὗτος.

1 commento:

  1. Dalle regioni dei Patti e degli Armeni e dalle popolazioni loro confinanti fino al Ponto Eusino, che formavano il tredicesimo distretto, provenivano 400 talenti; 600 ne venivano complessivamente dal quattordicesimo, formato dai Sagarti, dai Sarangi, dai Tamanei, dagli Uti, dai Mici, e dagli abitanti delle isole del Mare Eritreo, isole nelle quali il re confina i cosiddetti "deportati". I Saci e i Caspi versavano 250 talenti e costituivano il quindicesimo distretto. I Parti, i Corasmi, i Sogdi e gli Arii, componenti la sedicesima satrapia, versavano 300 talenti.

    RispondiElimina