Storie / Libro III, 74

1 Ἐν ᾧ δὲ οὗτοι ταῦτα ἐβουλεύοντο, ἐγίνετο κατὰ συντυχίην τάδε. τοῖσι Μάγοισι ἔδοξε βουλευομένοισι Πρηξάσπεα φίλον προσθέσθαι, ὅτι τε ἐπεπόνθεε πρὸς Καμβύσεω ἀνάρσια, ὅς οἱ τὸν παῖδα τοξεύσας ἀπολωλέκεε, καὶ διότι μοῦνος ἠπίστατο τὸν Σμέρδιος τοῦ Κύρου θάνατον αὐτοχειρίῃ μιν ἀπολέσας, πρὸς δ᾽ ἔτι ἐόντα ἐν αἴνῃ μεγίστῃ τὸν Πρηξάσπεα ἐν Πέρσῃσι. 2 τούτων δή μιν εἵνεκεν καλέσαντες φίλον προσεκτῶντο πίστι τε λαβόντες καὶ ὁρκίοισι, ἦ μὲν ἕξειν παρ᾽ ἑωυτῷ μηδ᾽ ἐξοίσειν μηδενὶ ἀνθρώπων τὴν ἀπὸ σφέων ἀπάτην ἐς Πέρσας γεγονυῖαν, ὑπισχνεύμενοι τὰ πάντα οἱ μυρία δώσειν. 3 ὑποσχομένου δὲ τοῦ Πρηξάσπεος ποιήσειν ταῦτα, ὡς ἀνέπεισάν μιν οἱ Μάγοι, δεύτερα προσέφερον, αὐτοὶ μὲν φάμενοι Πέρσας πάντας συγκαλέειν ὑπὸ τὸ βασιλήιον τεῖχος, κεῖνον δ᾽ ἐκέλευον ἀναβάντα ἐπὶ πύργον ἀγορεῦσαι ὡς ὑπὸ τοῦ Κύρου Σμέρδιος ἄρχονται καὶ ὑπ᾽ οὐδενὸς ἄλλου. 4 ταῦτα δὲ οὕτω ἐνετέλλοντο ὡς πιστοτάτου δῆθεν ἐόντος αὐτοῦ ἐν Πέρσῃσι καὶ πολλάκις ἀποδεξαμένου γνώμην ὡς περιείη ὁ Κύρου Σμέρδις, καὶ ἐξαρνησαμένου τὸν φόνον αὐτοῦ.

1 commento:

  1. Mentre i sette prendevano tale decisione, ecco quanto in tanto stava per caso accadendo. I Magi, consultatisi fra di loro, avevano deciso di guadagnarsi l'amicizia di Pressaspe: Pressaspe aveva subìto orribili torti da parte di Cambise, che gli aveva ammazzato un figlio con una freccia, era l'unico a conoscenza della morte di Smerdi figlio di Ciro (lo aveva ucciso lui con le proprie mani), inoltre fra i Persiani godeva di una grandissima reputazione. Per tutte queste ragioni lo convocarono e tentarono di legarlo con assicurazioni e giuramenti: doveva tenere per sé e non rivelare a nessuno l'inganno da loro perpetrato ai danni dei Persiani, in cambio gli promettevano ogni sorta di vantaggi.

    RispondiElimina